Titus 2

1Σὺ δὲ λάλει πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. 2πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ.

3Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους
 μηδὲ = WH Treg: || μὴ = NA/NIV RP
μηδὲ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους,
4ἵνα
 σωφρονίζωσι = WH NA/NIV RP: || σωφρονίζουσιν = Treg
σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους,
5σώφρονας, ἁγνάς,
 οἰκουργούς = WH Treg NA/NIV: || οἰκουρούς = RP
οἰκουργούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ λόγος τοῦ θεοῦ βλασφημῆται.

6Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν· 7περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ
 ἀφθορίαν = WH Treg NA/NIV: || ἀδιαφθορίαν = RP
ἀφθορίαν,
 σεμνότητα = WH Treg NA/NIV: || σεμνότητα ἀφθαρσίαν = RP
σεμνότητα,
8λόγον ὑγιῆ ἀκατάγνωστον, ἵνα ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων
 λέγειν περὶ ἡμῶν = WH Treg NA/NIV: || περὶ ἡμῶν λέγειν = RP
λέγειν περὶ ἡμῶν ⸃ φαῦλον.

9Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, 10μὴ νοσφιζομένους, ἀλλὰ
 πᾶσαν πίστιν = WH Treg NA/NIV: || πίστιν πᾶσαν = RP
πᾶσαν πίστιν ⸃ ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν
 τὴν = WH Treg NA/NIV: || [omit] = RP
τὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν.

11Ἐπεφάνη γὰρ χάρις τοῦ
 θεοῦ = WH Treg NA/NIV: || θεοῦ ἡ = RP
θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις
12παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, 13προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν
 Ἰησοῦ Χριστοῦ = NA/NIV RP: || Χριστοῦ Ἰησοῦ = WH Treg
Ἰησοῦ Χριστοῦ ⸃,
14ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.

15Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω.



Copyright information for SBLG